NA, Homeric Hymns (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [HH].
<<HH 2.65 HH 2.90 (English) >>HH 2.120

2.80αὐτοκασιγνήτῳ· δʼ ὑπὸ ζόφον ἠερόεντα
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
2.85αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
τοῖς μεταναιετάει, τῶν ἔλλαχε κοίρανος εἶναι.

ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
ῥίμφʼ ἔφερον θοὸν ἅρμα τανύπτεροι ὥς τʼ οἰωνοί.
2.90Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
2.95εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
2.100ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
γρηὶ παλαιγενέι ἐναλίγκιος, τε τόκοιο
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
2.105τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες, ὥς τε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα



NA, Homeric Hymns (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [HH].
<<HH 2.65 HH 2.90 (English) >>HH 2.120

Powered by PhiloLogic